Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.47 Joseph. AJ 16.52 (English) >>Joseph. AJ 16.59

16.50ἵνα μέντοι καὶ δικαίως ἁπάντων αὐτῶν τυγχάνοντας ἑαυτοὺς ἐπιδείξωμεν, ἀρκεῖ πρὸς παρρησίαν ἡμῖν τὰ πρότερον σιωπήσασιν τὸν βασιλεύοντα νῦν ἡμῶν καὶ σοὶ παρακαθεζόμενον εἰπεῖν. 16.51 ποία μὲν εὔνοια πρὸς τὸν ὑμέτερον οἶκον παραλέλειπται; ποία δὲ πίστις ἐνδεής ἐστιν; τίς δὲ οὐ νενόηται τιμή; ποία δὲ χρεία μὴ εἰς πρῶτον ὁρᾷ; τί δὴ κωλύει καὶ τὰς ἡμετέρας χάριτας τῶν εἰς τοσούτων εὐεργεσιῶν ἀριθμὸν εἶναι; 16.52καλὸν δʼ ἴσως μηδὲ τὴν τοῦ πατρὸς Ἀντιπάτρου παραλιπεῖν ἀνδραγαθίαν ἀμνημόνευτον, ὃς εἰς Αἴγυπτον εἰσβεβληκότος Καίσαρος δισχιλίοις ὁπλίταις βοηθήσας οὔτʼ ἐν τοῖς κατὰ γῆν ἀγῶσιν οὔθʼ ὅτε νεῶν ἔδει δεύτερος ἐξητάζετο. 16.53καὶ τί δεῖ λέγειν, ὅσην ἐκεῖνοι παρέσχον ῥοπὴν τῷ τότε καιρῷ καὶ πόσων καὶ τίνων δωρεῶν ὑπὸ Καίσαρος ἠξιώθησαν καθʼ ἕνα, δέον ἀναμνῆσαι τῶν ἐπιστολῶν, ἃς ἔγραψεν τότε Καῖσαρ τῇ συγκλήτῳ, καὶ ὡς δημοσίᾳ τιμὰς καὶ πολιτείαν ἔλαβεν Ἀντίπατρος; 16.54ἀρκέσει γὰρ ταῦτα τὰ τεκμήρια τοῦ καὶ τὰς χάριτας ἡμᾶς κατʼ ἀξίαν ἔχειν καὶ παρὰ σοῦ τὸ βέβαιον αὐτῶν αἰτεῖν, παρʼ οὗ καὶ μὴ πρότερον δοθείσας ἦν ἐλπίσαι τὴν τοῦ βασιλέως πρὸς ὑμᾶς διάθεσιν καὶ τὴν ὑμετέραν πρὸς αὐτὸν ὁρῶσιν. 16.55ἀπαγγέλλεται δʼ ἡμῖν ὑπὸ τῶν ἐκεῖ Ἰουδαίων, ὡς μὲν ἐπέβης τῆς χώρας εὐμενής, ὡς δὲ ἀπέδωκας τῷ θεῷ τέλεια θύματα τιμῶν αὐτὸν ἐπὶ τελείαις εὐχαῖς, ὡς δὲ τὸν δῆμον εἱστίασας καὶ τὰ παρʼ ἐκείνου ξένια προσήκω.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.47 Joseph. AJ 16.52 (English) >>Joseph. AJ 16.59

Powered by PhiloLogic